Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.50 Joseph. AJ 12.56 (English) >>Joseph. AJ 12.61

12.54ἴσθι δʼ ἡμᾶς τὸ σοὶ συμφέρον, κἂν τι παρὰ φύσιν, ὑπομενοῦντας· ἀμείβεσθαι γὰρ ἡμᾶς δεῖ τὰς σὰς εὐεργεσίας πολυμερῶς εἰς τοὺς ἡμετέρους πολίτας κατατεθείσας. 12.55εὐθὺς οὖν ὑπὲρ σοῦ καὶ τῆς ἀδελφῆς σου καὶ τέκνων καὶ φίλων προσηγάγομεν θυσίας, καὶ τὸ πλῆθος εὐχὰς ἐποιήσατο γενέσθαι σοι τὰ κατὰ νοῦν καὶ φυλαχθῆναί σου τὴν βασιλείαν ἐν εἰρήνῃ, τήν τε τοῦ νόμου μεταγραφὴν ἐπὶ συμφέροντι τῷ σῷ λαβεῖν προαιρῇ τέλος. 12.56ἐπελεξάμην δὲ καὶ πρεσβυτέρους ἄνδρας ἓξ ἀπὸ φυλῆς ἑκάστης, οὓς πεπόμφαμεν ἔχοντας τὸν νόμον. ἔσται δὲ τῆς σῆς εὐσεβείας καὶ δικαιοσύνης τὸ μεταγραφέντα τὸν νόμον εἰς ἡμᾶς ἀποπέμψαι μετʼ ἀσφαλείας τῶν κομιζόντων. ἔρρωσο.” 12.57

Ταῦτα μὲν ἀρχιερεὺς ἀντέγραψεν. ἐμοὶ δʼ οὐκ ἀναγκαῖον ἔδοξεν εἶναι τὰ ὀνόματα τῶν ἑβδομήκοντα πρεσβυτέρων, οἳ τὸν νόμον ἐκόμιζον ὑπὸ Ἐλεαζάρου πεμφθέντες, δηλοῦν· ἦν γὰρ ταῦτα ὑπογεγραμμένα ἐν τῇ ἐπιστολῇ. 12.58τὴν μέντοι γε τῶν ἀναθημάτων πολυτέλειαν καὶ κατασκευήν, ἣν ἀπέστειλεν βασιλεὺς τῷ θεῷ, οὐκ ἀνεπιτήδειον ἡγησάμην διελθεῖν, ὅπως ἅπασιν τοῦ βασιλέως περὶ τὸν θεὸν φιλοτιμία φανερὰ γένηται· ἄφθονον γὰρ τὴν εἰς ταῦτα δαπάνην χορηγῶν βασιλεὺς καὶ παρὼν ἀεὶ τοῖς τεχνίταις καὶ τὰ ἔργα ἐπιβλέπων οὐδὲν ἀμελῶς οὐδὲ ῥᾳθύμως εἴα γίγνεσθαι τῶν κατασκευασμάτων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.50 Joseph. AJ 12.56 (English) >>Joseph. AJ 12.61

Powered by PhiloLogic